Odyssey Book 9, lines 336-414

The Blinding

by Homer

Trapped, and being killed and eaten one by one by the Cyclops, Odysseus and his band fight back.

See the illustrated blog post here.

Hear the next episode here.

To listen, press play:

To scroll the original and English translation of the poem at the same time - tap inside one box to select it and then scroll.

“ἑσπέριος δ᾽ ἦλθεν καλλίτριχα μῆλα νομεύων.
αὐτίκα δ᾽ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα
πάντα μάλ᾽, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς,
ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν.
αὐτὰρ ἔπειτ᾽ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσ᾽ ἀείρας,
ἑζόμενος δ᾽ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας,
πάντα κατὰ μοῖραν, καὶ ὑπ᾽ ἔμβρυον ἧκεν ἑκάστῃ.
αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα,
σὺν δ᾽ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον.
καὶ τότ᾽ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς,
κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο:
‘Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα,
ὄφρ᾽ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει
ἡμετέρη. σοὶ δ᾽ αὖ λοιβὴν φέρον, εἴ μ᾽ ἐλεήσας
οἴκαδε πέμψειας: σὺ δὲ μαίνεαι οὐκέτ᾽ ἀνεκτῶς.
σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο
ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας;’
ὣς ἐφάμην, ὁ δ᾽ ἔδεκτο καὶ ἔκπιεν: ἥσατο δ᾽ αἰνῶς
ἡδὺ ποτὸν πίνων καὶ μ᾽ ᾔτεε δεύτερον αὖτις:
‘δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ
αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς:
καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα
οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει:
ἀλλὰ τόδ᾽ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ.’
ὣς φάτ᾽, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον.
τρὶς μὲν ἔδωκα φέρων, τρὶς δ᾽ ἔκπιεν ἀφραδίῃσιν.
αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος,
καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι:
‘Κύκλωψ, εἰρωτᾷς μ᾽ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοι
ἐξερέω: σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης.
Οὖτις ἐμοί γ᾽ ὄνομα: Οὖτιν δέ με κικλήσκουσι
μήτηρ ἠδὲ πατὴρ ἠδ᾽ ἄλλοι πάντες ἑταῖροι.’
ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμείβετο νηλέι θυμῷ:
‘Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν,
τοὺς δ᾽ ἄλλους πρόσθεν: τὸ δέ τοι ξεινήιον ἔσται.’
ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα
κεῖτ᾽ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος
ᾕρει πανδαμάτωρ: φάρυγος δ᾽ ἐξέσσυτο οἶνος
ψωμοί τ᾽ ἀνδρόμεοι: ὁ δ᾽ ἐρεύγετο οἰνοβαρείων.
καὶ τότ᾽ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς,
ἧος θερμαίνοιτο: ἔπεσσι δὲ πάντας ἑταίρους
θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη.
ἀλλ᾽ ὅτε δὴ τάχ᾽ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν
ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δ᾽ αἰνῶς,
καὶ τότ᾽ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δ᾽ ἑταῖροι
ἵσταντ᾽: αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων.
οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπ᾽ ἄκρῳ,
ὀφθαλμῷ ἐνέρεισαν: ἐγὼ δ᾽ ἐφύπερθεν ἐρεισθεὶς
δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ
τρυπάνῳ, οἱ δέ τ᾽ ἔνερθεν ὑποσσείουσιν ἱμάντι
ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί.
ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες
δινέομεν, τὸν δ᾽ αἷμα περίρρεε θερμὸν ἐόντα.
πάντα δέ οἱ βλέφαρ᾽ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ
γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι.
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον
εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα
φαρμάσσων: τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν
ὣς τοῦ σίζ᾽ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ.
σμερδαλέον δὲ μέγ᾽ ᾤμωξεν, περὶ δ᾽ ἴαχε πέτρη,
ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθ᾽: αὐτὰρ ὁ μοχλὸν
ἐξέρυσ᾽ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ.
τὸν μὲν ἔπειτ᾽ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων,
αὐτὰρ ὁ Κύκλωπας μεγάλ᾽ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς
ᾤκεον ἐν σπήεσσι δι᾽ ἄκριας ἠνεμοέσσας.
οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος,
ἱστάμενοι δ᾽ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι:
‘τίπτε τόσον, Πολύφημ᾽, ἀρημένος ὧδ᾽ ἐβόησας
νύκτα δι᾽ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα;
ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει;
ἦ μή τίς σ᾽ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν;’
τοὺς δ᾽ αὖτ᾽ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος:
‘ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν.’
οἱ δ᾽ ἀπαμειβόμενοι ἔπεα πτερόεντ᾽ ἀγόρευον:
‘εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα,
νοῦσον γ᾽ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι,
ἀλλὰ σύ γ᾽ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι.’
ὣς ἄρ᾽ ἔφαν ἀπιόντες, ἐμὸν δ᾽ ἐγέλασσε φίλον κῆρ,
ὡς ὄνομ᾽ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων.”

“In the evening the wretch came back from shepherding, and drove his flocks into the cave—this time driving them all inside, and not leaving any in the yards; I suppose some fancy must have taken him, or a god must have prompted him to do so. As soon as he had put the stone back to its place against the door, he sat down, milked his ewes and his goats all quite rightly, and then let each have her own young one; when he had got through with all this work, he gripped up two more of my men, and made his supper off them. So I went up to him with an ivy-wood bowl of black wine in my hands: ‘Look here, Cyclops,’ said I, you have been eating a great deal of man’s flesh, so take this and drink some wine, that you may see what kind of liquor we had on board my ship. I was bringing it to you as a drink-offering, in the hope that you would take compassion upon me and further me on my way home, whereas all you do is to go on ramping and raving most intolerably. You ought to be ashamed of yourself; how can you expect people to come see you any more if you treat them in this way?’ He then took the cup and drank. He was so delighted with the taste of the wine that he begged me for another bowl full. ‘Be so kind,’ he said, ‘as to give me some more, and tell me your name at once. I want to make you a present that you will be glad to have. We have wine even in this country, for our soil grows grapes and the sun ripens them, but this drinks like Nectar and Ambrosia all in one.’ I then gave him some more; three times did I fill the bowl for him, and three times did he drain it without thought or heed; then, when I saw that the wine had got into his head, I said to him as plausibly as I could: ‘Cyclops, you ask my name and I will tell it you; give me, therefore, the present you promised me; my name is Noman; this is what my father and mother and my friends have always called me.’ But the cruel wretch said, ‘Then I will eat all Noman’s comrades before Noman himself, and will keep Noman for the last. This is the present that I will make him.’ As he spoke he reeled, and fell sprawling face upwards on the ground. His great neck hung heavily backwards and a deep sleep took hold upon him. Presently he turned sick, and threw up both wine and the gobbets of human flesh on which he had been gorging, for he was very drunk. Then I thrust the beam of wood far into the embers to heat it, and encouraged my men lest any of them should turn faint-hearted. When the wood, green though it was, was about to blaze, I drew it out of the fire glowing with heat, and my men gathered round me, for heaven had filled their hearts with courage. We drove the sharp end of the beam into the monster’s eye, and bearing upon it with all my weight I kept turning it round and round as though I were boring a hole in a ship’s plank with an auger, which two men with a wheel and strap can keep on turning as long as they choose. Even thus did we bore the red hot beam into his eye, till the boiling blood bubbled all over it as we worked it round and round, so that the steam from the burning eyeball scalded his eyelids and eyebrows, and the roots of the eye sputtered in the fire. As a blacksmith plunges an axe or hatchet into cold water to temper it—for it is this that gives strength to the iron—and it makes a great hiss as he does so, even thus did the Cyclops’ eye hiss round the beam of olive wood, and his hideous yells made the cave ring again. We ran away in a fright, but he plucked the beam all besmirched with gore from his eye, and hurled it from him in a frenzy of rage and pain, shouting as he did so to the other Cyclopes who lived on the bleak headlands near him; so they gathered from all quarters round his cave when they heard him crying, and asked what was the matter with him.‘What ails you, Polyphemus,’ said they, ‘that you make such a noise, breaking the stillness of the night, and preventing us from being able to sleep? Surely no man is carrying off your sheep? Surely no man is trying to kill you either by fraud or by force?’ But Polyphemus shouted to them from inside the cave, ‘Noman is killing me by fraud; no man is killing me by force.’ ‘Then,’ said they, ‘if no man is attacking you, you must be ill; when Jove makes people ill, there is no help for it, and you had better pray to your father Poseidon.’ Then they went away, and I laughed inwardly at the success of my clever stratagem.”

`